Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.75 Dem. 25.79 (English) >>Dem. 25.82

25.77βάραθρα. τί γὰρ ὡς ἀληθῶς ἐρεῖ; ὧν πατήρ τι πεποίηκε νὴ Δία. ἀλλὰ κατεγνώκαθʼ ὑμεῖς ἐν τουτοισὶ τοῖς δικαστηρίοις αὐτοῦ θάνατον, ὡς πονηροῦ δηλονότι καὶ ἀξίου τεθνάναι. ἀλλὰ νὴ Δία, εἰ ταῦτʼ ἐστὶν αὐτῷ δυσχερῆ τὰ περὶ τὸν πατέρα, εἰς τὸν ἑαυτοῦ βίον καταφεύξεται ὡς σώφρονα καὶ μέτριον. ποῖον; ὃν ποῦ βεβίωκεν; ὃν μὲν γὰρ ἅπαντες ὑμεῖς ἑοράκατε, οὐκ ἔστι τοιοῦτος. 25.78ἀλλʼ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. τὰς πότʼ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλʼ οὐκ εἰσίν. ἀλλὰ τὰς ἑαυτοῦ; φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. ἀλλʼ οὔτʼ εἰσὶν οὔτʼ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδʼ ἐλευθέρῳ; 25.79πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, παρὼν καὶ τὴν καλὴν δίκην αὐτῷ λαχών. περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν; ἀδελφὸς δʼ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. οὑτοσίτὰ μὲν ἄλλα σιωπῶ, ἀλλʼ ἐφʼ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε, 25.80ταῦτα λαβὼν τὰ φάρμακα καὶ τὰς ἐπῳδὰς παρὰ τῆς θεραπαίνης αὐτῆς, κατʼ ἐκείνης τότʼ ἐμήνυσεν, ἐξ ἧσπερ βάσκανος οὗτος πεπαιδοποίηται, μαγγανεύει καὶ φενακίζει καὶ τοὺς ἐπιλήπτους φησὶν ἰᾶσθαι, αὐτὸς ὢν ἐπίληπτος πάσῃ πονηρίᾳ. οὗτος οὖν αὐτὸν ἐξαιρήσεται, φαρμακός, λοιμός, ὃν οἰωνίσαιτʼ ἄν τις μᾶλλον ἰδὼν προσειπεῖν βούλοιτο, ὃς αὐτὸς αὑτῷ θανάτου τετίμηκεν ὅτε τοιαύτην δίκην ἔλαχεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.75 Dem. 25.79 (English) >>Dem. 25.82

Powered by PhiloLogic